πλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσιν πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον; τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳ δάκρυα μεθήσει· βλέπετ’ ἄνω καὶ μὴ κάτω. Χορός ἰδού, πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν, καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι. Κύκλωψ ἄριστόν ἐστιν εὖ παρεσκευασμένον; Χορός πάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον. Κύκλωψ ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;