εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλον Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι. ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς, ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν. Κύκλωψ ἄνεχε· πάρεχε· τί τάδε· τίς ἡ ῥᾳθυμία; τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε, οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα. πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα; ἦ πρός γε μαστοῖς εἰσι χὑπὸ μητέρων πλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσιν πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον; τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳ δάκρυα μεθήσει· βλέπετ’ ἄνω καὶ μὴ κάτω. Χορός ἰδού, πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν, καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι. Κύκλωψ ἄριστόν ἐστιν εὖ παρεσκευασμένον; Χορός πάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον. Κύκλωψ ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ; Χορός ὥστ’ ἐκπιεῖν γέ σ’, ἢν θέλῃς, ὅλον πίθον. Κύκλωψ μήλειον ἢ βόειον ἢ μεμιγμένον; Χορός ὧν ἂν θέλῃς σύ, μὴ ’μὲ καταπίῃς μόνον. Κύκλωψ ἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσῃ τῇ γαστέρι πηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων. ἔα· τίν’ ὄχλον τόνδ’ ὁρῶ πρὸς αὐλίοις; λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα; ὁρῶ γέ τοι τούσδ’ ἄρνας ἐξ ἄντρων ἐμῶν στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,