εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλον Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι. ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς, ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν. Κύκλωψ ἄνεχε· πάρεχε· τί τάδε· τίς ἡ ῥᾳθυμία; τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε, οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα. πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα; ἦ πρός γε μαστοῖς εἰσι χὑπὸ μητέρων