πηκτοῦ γάλακτός τ’ οὐ σπάνια τυρεύματα. φέρεσθε· χωρεῖθ’ ὡς τάχιστ’ ἄντρων ἄπο, βότρυος ἐμοὶ πῶμ’ ἀντιδόντες εὐίου. —οἴμοι· Κύκλωψ ὅδ’ ἔρχεται· τί δράσομεν; Ὀδυσσεύς ἀπολώλαμεν γάρ, ὦ γέρον· ποῖ χρὴ φυγεῖν; Σιληνός ἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε. Ὀδυσσεύς δεινὸν τόδ’ εἶπας, ἀρκύων μολεῖν ἔσω. Σιληνός οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας. Ὀδυσσεύς οὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ ἡ Τροία στένοι,