ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη; τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον λῷστον, λιποῦσα. μηδαμοῦ γένος ποτὲ φῦναι γυναικῶν ὤφελ’ — εἰ μὴ ’μοὶ μόνῳ. Σιληνός ἰδοὺ τάδ’ ὑμῖν ποιμένων βοσκήματα, ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,