ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ ἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν, ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦ Kύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι. τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις δοῦλοι· καλοῦσι δ’ αὐτὸν ᾧ λατρεύομεν Πολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτων ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν. παῖδες μὲν οὖν μοι κλιτύων ἐν ἐσχάτοις νέμουσι μῆλα νέα νέοι πεφυκότες, ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας μένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ Κύκλωπι δείπνων ἀνοσίων διάκονος. καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχει σαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους, ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸν καθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα.