ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ ἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν, ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦ Kύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι. τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις δοῦλοι· καλοῦσι δ’ αὐτὸν ᾧ λατρεύομεν Πολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτων ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.