κακῶν τε λῆστις. εἶτ’ ἐγὼ οὐ κυνήσομαι τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον; Χορός ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι. Ὀδυσσεύς καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον. Χορός ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν; Ὀδυσσεύς καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν. Χορός οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε, ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει, ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη; τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον λῷστον, λιποῦσα. μηδαμοῦ γένος ποτὲ φῦναι γυναικῶν ὤφελ’ — εἰ μὴ ’μοὶ μόνῳ. Σιληνός ἰδοὺ τάδ’ ὑμῖν ποιμένων βοσκήματα, ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,