κακῶν τε λῆστις. εἶτ’ ἐγὼ οὐ κυνήσομαι τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον; Χορός ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι. Ὀδυσσεύς καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον. Χορός ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν; Ὀδυσσεύς καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν. Χορός οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε, ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει,