δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν. ὡς ἐκπιεῖν γ’ ἂν κύλικα μαινοίμην μίαν, πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα, ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο, ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς. ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται· ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναι μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένου ψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ’ ἅμα