οὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι. Ὀδυσσεύς γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ’’παινῇς μόνον. Σιληνός βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος. ἆ ἆ ἆ. Ὀδυσσεύς μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς; Σιληνός ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο. Ὀδυσσεύς πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν. Σιληνός χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον. Ὀδυσσεύς ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον.