ὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον. Σιληνός οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου. Ὀδυσσεύς ναί· δὶς γὰρ τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ. Σιληνός καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί. Ὀδυσσεύς βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ; Σιληνός δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ. Ὀδυσσεύς καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα. Σιληνός φέρ’ ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών. Ὀδυσσεύς ἰδού. Σιληνός παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει. Ὀδυσσεύς εἶδες γὰρ αὐτήν;  Σιληνός οὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι. Ὀδυσσεύς γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ’’παινῇς μόνον. Σιληνός βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος. ἆ ἆ ἆ. Ὀδυσσεύς μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς; Σιληνός ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο. Ὀδυσσεύς πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν. Σιληνός χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον. Ὀδυσσεύς ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον. Σιληνός δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν. ὡς ἐκπιεῖν γ’ ἂν κύλικα μαινοίμην μίαν, πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα, ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο, ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς. ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται· ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναι μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένου ψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ’ ἅμα