οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω. Σιληνός ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι. Ὀδυσσεύς καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ. Σιληνός ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις; Ὀδυσσεύς ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς. Σιληνός ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν; Ὀδυσσεύς ὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον. Σιληνός οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου. Ὀδυσσεύς ναί·