φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν. Ὀδυσσεύς οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός; Σιληνός οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν. Ὀδυσσεύς ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν. Σιληνός οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας. Ὀδυσσεύς ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον. Σιληνός καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα. Ὀδυσσεύς ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει. Σιληνός σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;