σπείρουσι δ’—ἢ τῷ ζῶσι;—Δήμητρος στάχυν; Σιληνός γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ. Ὀδυσσεύς Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς; Σιληνός ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα. Ὀδυσσεύς φιλόξενοι δὲ χὥσιοι περὶ ξένους; Σιληνός γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν. Ὀδυσσεύς τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ; Σιληνός οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη. Ὀδυσσεύς αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω;