τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα; Σιληνός οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε. Ὀδυσσεύς τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος; Σιληνός Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων. Ὀδυσσεύς τίνος κλύοντες; ἢ δεδήμευται κράτος; Σιληνός νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός. Ὀδυσσεύς σπείρουσι δ’—ἢ τῷ ζῶσι;—Δήμητρος στάχυν; Σιληνός γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ. Ὀδυσσεύς Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς; Σιληνός ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα. Ὀδυσσεύς φιλόξενοι δὲ χὥσιοι περὶ ξένους; Σιληνός γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν. Ὀδυσσεύς τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ; Σιληνός οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη. Ὀδυσσεύς αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω; Σιληνός φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν. Ὀδυσσεύς οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός; Σιληνός οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν. Ὀδυσσεύς ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν. Σιληνός οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας. Ὀδυσσεύς ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον. Σιληνός καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα. Ὀδυσσεύς ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει. Σιληνός σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον; Ὀδυσσεύς οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω. Σιληνός ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι. Ὀδυσσεύς καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ. Σιληνός ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις; Ὀδυσσεύς ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς. Σιληνός ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν;