λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν. Ὀδυσσεύς τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν; Σιληνός Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος. Ὀδυσσεύς τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα; Σιληνός οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε. Ὀδυσσεύς τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος; Σιληνός Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων. Ὀδυσσεύς τίνος κλύοντες; ἢ δεδήμευται κράτος; Σιληνός νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.