Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ. Σιληνός οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος. Ὀδυσσεύς ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή· Σιληνός πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει; Ὀδυσσεύς ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων. Σιληνός πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός; Ὀδυσσεύς ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ. Σιληνός παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί. Ὀδυσσεύς ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης; Σιληνός λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν. Ὀδυσσεύς τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν; Σιληνός Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος. Ὀδυσσεύς τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα; Σιληνός οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε. Ὀδυσσεύς τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος; Σιληνός Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων. Ὀδυσσεύς τίνος κλύοντες; ἢ δεδήμευται κράτος; Σιληνός νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.