Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ. Σιληνός οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος. Ὀδυσσεύς ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή· Σιληνός πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει; Ὀδυσσεύς ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων. Σιληνός πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός; Ὀδυσσεύς ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ. Σιληνός παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί. Ὀδυσσεύς ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;