τὰ τοῦ δράματος πρόσωπα Σιληνός Χορός Σατύρων Ὀδυσσεύς Κύκλωψ Σιληνός Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους νῦν χὥτ’ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας· πρῶτον μέν, ἡνίκ’ ἐμμανὴς Ἥρας ὕπο Νύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς· ἔπειτά γ’ ἀμφὶ γηγενῆ μάχην δορὸς ἐνδέξιος σῷ ποδὶ παρασπιστὴς γεγὼς Ἐγκέλαδον ἰτέαν εἰς μέσην θενὼν δορὶ ἔκτεινα—φέρ’ ἴδω, τοῦτ’ ἰδὼν ὄναρ λέγω;