Οὐδενὸς εὐνάτειρα Μακροπτολέμοιο δὲ μάτηρ μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, οὐχὶ Κεράσταν ὅν ποτε θρέψατο ταυροπάτωρ, ἀλλ᾽ ου πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους, οὔνομ᾽ Ὅλον, δίζων, ὃς τᾶς μέροπος πόθον κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος, ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγου, ὃς σβέσεν ἀνορέαν ἰσαυδέα παπποφόνου Τυρίας τ᾽ ἐ ξήλασεν . ᾧ τόδε τυφλοφόρων ἐρατόν πῆμα Πάρις θέτο Σιμιχίδας· ψυχὰν ᾇ, βροτοβάμων, στήτας οἶστρε Σαέττας, κλωποπάτωρ, ἀπάτωρ, λαρνακόγυιε, χαρείς ἁδὺ μελίσδοις ἔλλοπι κούρᾳ, Καλλιόπᾳ νηλεύστῳ.