μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως. χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας. Δάφνις Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς, ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών. ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε. τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω, ὅσσον ἐρῶντε πατρὸς μύθων καὶ ματρὸς ἀκούειν. οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας. Μενάλκας Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι ὅσσʼ ἐν ὀνείρῳ φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας, ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται. ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δʼ αὖαι