φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας, ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται. ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δʼ αὖαι φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδʼ ὅσον ὤραν χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος. τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα, Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός, αὐτοφυῆ, τὰν οὐδʼ ἂν ἴσως μωμάσατο τέκτων, τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτὸς σιτήθην πέτραισιν ἐνἸκαρίαισι δοκεύσας, πέντε ταμὼν πέντʼ οὖσιν· ὁ δʼ ἐγκαναχήσατο κόχλῳ. Βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δʼ ᾠδάς, τάς ποκʼ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι, μηκέτʼ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω. τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ,