ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ. Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο. ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο. κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο, καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος, ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας, μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως. χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας. Δάφνις Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς, ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών. ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε. τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω, ὅσσον ἐρῶντε πατρὸς μύθων καὶ ματρὸς ἀκούειν. οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας. Μενάλκας Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι ὅσσʼ ἐν ὀνείρῳ φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας, ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται. ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δʼ αὖαι φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδʼ ὅσον ὤραν χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος. τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα, Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός, αὐτοφυῆ, τὰν οὐδʼ ἂν ἴσως μωμάσατο τέκτων, τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτὸς σιτήθην πέτραισιν ἐνἸκαρίαισι δοκεύσας, πέντε ταμὼν πέντʼ οὖσιν· ὁ δʼ ἐγκαναχήσατο κόχλῳ. Βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δʼ ᾠδάς, τάς ποκʼ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι, μηκέτʼ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω. τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ, ἴρηκες δʼ ἴρηξιν, ἐμὶν δέ τε μοῖσα καὶ ᾠδά. τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος οὔτʼ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις ἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς μὲν ὁρεῦντι γαθεῦσαι, τοὺς δʼ οὔτι ποτῷ δαλήσατο Κίρκη. ἐργατίναι ἢ Θερισταί Μίλων Ἐργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις; οὔθʼ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες, οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλʼ ἀπολείπῃ ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.