κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν. λάζεο τὰς σύριγγας· ἐνίκασας γὰρ ἀείδων. αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι, τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα, ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ. Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο. ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο. κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο, καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος, ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας, μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως. χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας. Δάφνις Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς, ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών. ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε. τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω, ὅσσον ἐρῶντε πατρὸς μύθων καὶ ματρὸς ἀκούειν. οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας. Μενάλκας Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι ὅσσʼ ἐν ὀνείρῳ φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας, ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται. ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δʼ αὖαι φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδʼ ὅσον ὤραν χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος. τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα, Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός, αὐτοφυῆ, τὰν οὐδʼ ἂν ἴσως μωμάσατο τέκτων, τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτὸς σιτήθην πέτραισιν ἐνἸκαρίαισι δοκεύσας, πέντε ταμὼν πέντʼ οὖσιν· ὁ δʼ ἐγκαναχήσατο κόχλῳ. Βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δʼ ᾠδάς, τάς ποκʼ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι, μηκέτʼ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω. τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ, ἴρηκες δʼ ἴρηξιν, ἐμὶν δέ τε μοῖσα καὶ ᾠδά. τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος οὔτʼ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις ἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς μὲν ὁρεῦντι γαθεῦσαι, τοὺς δʼ οὔτι ποτῷ δαλήσατο Κίρκη. ἐργατίναι ἢ Θερισταί Μίλων Ἐργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις; οὔθʼ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες, οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλʼ ἀπολείπῃ ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε. ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ, ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις; Βάττος Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμʼ ἀτεράμνω, οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων; Μίλων οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί; Βάττος οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι διʼ ἔρωτα; Μίλων μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι. Βάττος ἀλλʼ ἐγὼ ὦ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος. Μίλων ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δʼ ἔχω οὐδʼ ἅλις ὄξος. Βάττος τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα. Μίλων τίς δέ τυ τᾶν παίδων λυμαίνεται; Βάττος ἁ Πολυβώτα, ἃ πρᾶν ἀμάντεσσι παρʼ ἹΙπποκίωνι ποταύλει. Μίλων εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις. μάντίς τοι τὰν νύκτα χροϊξεῖθʼ ἁ καλαμαία. Βάττος μωμᾶσθαί μʼ ἄρχῃ τύ· τυφλὸς δʼ οὐκ αὐτὸς ὁ Πλοῦτος, ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ. Μίλων οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον, καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶς ἐργαξῇ· καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα. Βάττος Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι παῖδʼ· ὧν γάρ χʼ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε. Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες, ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον. καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος, ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται. ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει, ἁ γέρανος τὤροτρον, ἐγὼ δʼ ἐπὶ τὶν μεμάνημαι. αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι, χρύσεοι ἀμφότεροί κʼ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ, τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ, σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας. Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς, ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν. Μίλων Ἦ καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς. ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν. ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα. θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα. Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα. Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις εἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός. Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς. σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον· ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα. ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ, καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα. εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος· οὐ μελεδαίνει τὸν προπιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ. κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν· μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον. ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν, τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα μυθίσδεν τᾷ ματρὶ κατʼ εὐνὰν ὀρθρευοίσᾳ. Κύκλωψ οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο Νικία οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον, ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ γίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι. γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις. οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν, ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας, ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε. ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις, ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα. πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον. ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα. Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ; λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός, μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς. φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με, οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με, φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα. ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον. παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν ἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν. γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις· ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά, εἷς δʼ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει. ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω, κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω· τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ, οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί. συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων, τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων. ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον, τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν. ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς. ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι, ἔστι μέλας κισσός, ἔστʼ ἄμπελος ἁ γλυκύκαρπος, ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι. τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο; αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν, ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ. καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν καὶ τὸν ἕνʼ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν. ὤμοι, ὅ τʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βραγχίʼ ἔχοντα, ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα, αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰ ἢ μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν. ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι, ὥστʼ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην. νῦν μὰν ὦ κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι, αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται, ὡς εἰδῶ, τί ποθʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν. ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδʼ ἀπενθεῖν. ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγειν καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα. ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ· οὐδὲν πήποχʼ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ, καὶ ταῦτʼ ἆμαρ ἐπʼ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα. φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι. ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι; αἴκʼ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν. τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις; εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίονʼ ἄλλαν. πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται, κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κʼ αὐταῖς ὑπακούσω δῆλον ὅ τʼ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν. οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα μουσίσδων, ῥᾷον δὲ διᾶγʼ ἢ εἰ χρυσὸν ἔδωκεν. Ἀίτης Ἤλυθες ὦ φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ; ἤλυθες· οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν. ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός, ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός, ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν, τόσσον ἔμʼ εὔφρανας τὺ φανείς, σκιερὰν δʼ ὑπὸ φαγὸν ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις. εἴθʼ ὁμαλοὶ πνεύσειαν ἐπʼ ἀμφοτέροισιν Ἔρωτες νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά. θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην φῶθʼ, ὁ μὲν εἴσπνηλος, φαίη χʼ ὡμυκλαϊάσδων, τὸν δʼ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν. ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότʼ ἦσαν χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησʼ ὁ φιληθείς. εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα· ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω πᾶσι διὰ στόματος, μετὰ δʼ ἠιθέοισι μάλιστα. ἀλλʼ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες ἔσσονθʼ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω. ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας, διπλάσιον δʼ ὤνασας, ἔχων δʼ ἐπίμετρον ἀπῆνθον. Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα. αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι. ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη, βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρʼ ἀπῆνθεν. ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ. ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλʼ ἐπιβωτᾷ Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί. ὕλας οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες, Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο. οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν, οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες· ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός, ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός, τῶ χαρίεντος Ὑλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος, καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,