τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν· οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ, ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον. ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα· ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς· ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν. τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα, τᾷ βοῒ δʼ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί. Ὣ οἱ παῖδες ἄεισαν, ὁ δʼ αἰπόλος ὧδʼ ἀγόρευεν· ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος ὦ Δάφνι φωνά. κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν. λάζεο τὰς σύριγγας· ἐνίκασας γὰρ ἀείδων. αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι, τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα, ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ. Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο. ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο.