ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαι ποίας· οὔτι καμεῖσθʼ, ὅκκʼ αὖ πάλιν ἅδε φύηται. σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι, ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι. δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδειν· κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν· οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ, ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον. ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα· ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς· ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν. τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα, τᾷ βοῒ δʼ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί. Ὣ οἱ παῖδες ἄεισαν, ὁ δʼ αἰπόλος ὧδʼ ἀγόρευεν· ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος ὦ Δάφνι φωνά. κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν. λάζεο τὰς σύριγγας· ἐνίκασας γὰρ ἀείδων. αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι, τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα, ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ. Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο. ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο. κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο, καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος, ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας, μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως. χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας. Δάφνις Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς, ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών. ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε. τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,