εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων· ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾁσομαι, ἀγκὰς ἔχων τυ, σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα. Δάφνις δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός, ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα, ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ, οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας. ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν· τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας. Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ, μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω. ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ; οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα. ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαι ποίας· οὔτι καμεῖσθʼ, ὅκκʼ αὖ πάλιν ἅδε φύηται. σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι, ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι. δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδειν· κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα