παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται, ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ, χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι. Μενάλκας ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας μυρίον, (ὦ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·) ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ ὦ κόλε καὶ λέγε· Μίλων, ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε. Δάφνις μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων· ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾁσομαι, ἀγκὰς ἔχων τυ, σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα. Δάφνις δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός, ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα, ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ, οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας. ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν·