τεῖδʼ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι. Μενάλκας ἔνθʼ ὄις, ἔνθʼ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι, ἔνθʼ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δʼ ἂν ἀφέρπῃ, χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι. Δάφνις παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται, ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ, χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι. Μενάλκας ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας μυρίον, (ὦ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·) ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ ὦ κόλε καὶ λέγε· Μίλων, ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε. Δάφνις μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων· ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾁσομαι, ἀγκὰς ἔχων τυ, σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα. Δάφνις δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός, ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα, ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ, οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας. ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν· τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας. Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ, μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω. ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ; οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα. ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαι ποίας· οὔτι καμεῖσθʼ, ὅκκʼ αὖ πάλιν ἅδε φύηται. σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι, ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι. δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδειν· κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν· οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ, ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον. ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα· ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς· ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν. τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα, τᾷ βοῒ δʼ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί. Ὣ οἱ παῖδες ἄεισαν, ὁ δʼ αἰπόλος ὧδʼ ἀγόρευεν· ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος ὦ Δάφνι φωνά. κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν. λάζεο τὰς σύριγγας· ἐνίκασας γὰρ ἀείδων. αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι, τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα,