βόσκοιτʼ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκʼ ἔνθῃ Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι. Δάφνις κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι, τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας τεῖδʼ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι. Μενάλκας ἔνθʼ ὄις, ἔνθʼ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι, ἔνθʼ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δʼ ἂν ἀφέρπῃ, χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι. Δάφνις παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται, ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ, χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι. Μενάλκας ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας