χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον; Δάφνις χρῄσδω τοῦτʼ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον. Μενάλκας καὶ τίνα θησεύμεσθʼ, ὅτις ἁμῖν ἄρκιος εἴη; Δάφνις μόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν. Μενάλκας οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντʼ ἀριθμεῦντι. Δάφνις ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν; Μενάλκας σύριγγʼ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον, λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν, ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ. Δάφνις ἦ μάν τοι κἠγὼ σύριγγʼ ἔχω ἐννεάφωνον. λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν. πρώαν νιν συνέπαξʼ· ἔτι καὶ τὸν δάκτυλον ἀλγέω τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν. Μενάλκας ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων; Δάφνις τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες; ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ.