νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα· ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις. Σιμιχίδας Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι. ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις, ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι, ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι. τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας, ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις, εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος. κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη· εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις, εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω, ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός. ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας, ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι, βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον, βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ. καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες αἰαῖ" φαντὶ "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ. μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε, μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρ κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη,