χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι. κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα, οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει. ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον, ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς· Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις, ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει, οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι; ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει. τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντες συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν. ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς— βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ. καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής, οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω. ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας, τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος. ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇ ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος, καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι. ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς, Σιμιχίδα· κἠγὼ μέν—ὅρη φίλος, εἴ τοι ἀρέσκει τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα. Λυκίδας ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν, χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ κύματα, χὡρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ, αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας