κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ. καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων. αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς, εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ, ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας, χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν, Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο, εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα. ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος, ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι, οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ. ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις, καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας. αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν, ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα. χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα