πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ. χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ. καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων. αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς, εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ, ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας, χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν, Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο, εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα. ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος, ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι, οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ. ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις, καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας. αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν, ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα. χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα· ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις. Σιμιχίδας Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι. ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις, ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι, ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι. τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας, ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις, εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος. κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη· εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις, εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω, ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός. ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας, ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι, βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον, βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ. καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες αἰαῖ" φαντὶ "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ. μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε, μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρ κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη, εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας, ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη, ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι. τόσσʼ ἐφάμαν· ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν. χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας εἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυω στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες