ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει. χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ· ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα. Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν ὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο. κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ. χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ. καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων. αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς, εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ, ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας, χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν, Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο, εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα. ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος, ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι, οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ. ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις, καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας. αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν, ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα. χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα· ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις. Σιμιχίδας Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι. ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις, ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι, ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι.