ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς, Σιμιχίδα· κἠγὼ μέν—ὅρη φίλος, εἴ τοι ἀρέσκει τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα. Λυκίδας ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν, χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ κύματα, χὡρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ, αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει. χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ· ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα. Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν ὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο. κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ