κρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων; ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ, τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε, τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι, οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαι δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι μᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας. ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω, ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν. πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας· μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι; φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων. τὸν δʼ ἄρα χὡ Δάφνις τοιῷδʼ ἀπαμείβετο μύθῳ· ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα, οὔποτε νικασεῖς μʼ, οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων. Μενάλκας χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον; Δάφνις χρῄσδω τοῦτʼ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον. Μενάλκας καὶ τίνα θησεύμεσθʼ, ὅτις ἁμῖν ἄρκιος εἴη; Δάφνις μόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν. Μενάλκας οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντʼ ἀριθμεῦντι. Δάφνις ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν; Μενάλκας σύριγγʼ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον, λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν, ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ. Δάφνις ἦ μάν τοι κἠγὼ σύριγγʼ ἔχω ἐννεάφωνον. λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν. πρώαν νιν συνέπαξʼ· ἔτι καὶ τὸν δάκτυλον ἀλγέω τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν. Μενάλκας ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων; Δάφνις τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες; ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ. χοἱ μὲν παῖδες ἄυσαν, ὁ δʼ αἰπόλος ἦνθʼ ἐπακοῦσαι. χοἱ μὲν παῖδες ἄειδον, ὁ δʼ αἰπόλος ἤθελε κρίνειν. πρᾶτος δʼ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας, εἶτα δʼ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν. βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος. Μενάλκας Ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας πήποχʼ ὁ συριγκτὰς προσφιλὲς ᾆσε μέλος, βόσκοιτʼ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκʼ ἔνθῃ Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι. Δάφνις κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι, τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας