μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρ κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη, εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας, ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη, ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι. τόσσʼ ἐφάμαν· ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν. χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας εἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυω στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι. πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο αἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρ Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε. τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δʼ ὀλολυγὼν τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις. ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών, πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι. πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας. ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δʼ ἐκέχυντο ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε· τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ. νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι, ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον κρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων; ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ, τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε, τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι, οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαι δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι μᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας. ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω, ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν. πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας· μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;