ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα, οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει. ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον, ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς· Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις, ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει, οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι; ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.