ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ. νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο. θαλύσια Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας· τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰν αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον,