ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα, καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα, ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντων λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο. ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον· ταῦτα γὰρ ἁ γραία με Κοτυταρὶς ἐξεδίδαξε. ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει. τόσσʼ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε, χὡ μὲν τῷ σύριγγʼ, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν. αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας,