ἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα. Κομάτας ἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώνα πρὸς ῥόδα, τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει. Λάκων οὐδὲ γὰρ οὐδʼ ἀκύλοις ὁμομαλίδες· αἱ μὲν ἔχοντι λυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί. Κομάτας κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεῖ γὰρ ἐφίσδει. Λάκων ἀλλʼ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός. Κομάτας σίττʼ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες· ὧδε νέμεσθε, ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι. Λάκων οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα; τουτεῖ βοσκησεῖσθε ποτʼ ἀντολάς, ὡς ὁ Φάλαρος. Κομάτας ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,