καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις; Λάκων φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει. Κομάτας βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει. Λάκων κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν ἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα. Κομάτας ἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώνα πρὸς ῥόδα, τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει. Λάκων οὐδὲ γὰρ οὐδʼ ἀκύλοις ὁμομαλίδες· αἱ μὲν ἔχοντι