πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω, καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις; Λάκων φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει. Κομάτας βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει. Λάκων κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν ἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα. Κομάτας ἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώνα