αἴτʼ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί. Κομάτας βέντισθʼ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύω κοὐδὲν καυχέομαι· τὺ δʼ ἄγαν φιλοκέρτομος ἐσσί. Λάκων εἶα λέγʼ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις ζῶντʼ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομάτα. Κομάτας ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν Δάφνιν· ἐγὼ δʼ αὐταῖς χιμάρως δύο πρᾶν ποκʼ ἔθυσα. Λάκων καὶ γὰρ ἔμʼ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει. Κομάτας πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω, καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις; Λάκων φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει. Κομάτας βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει. Λάκων κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν ἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα.