τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων. Λάκων βωστρέωμες. Κομάτας τὺ κάλει νιν. Λάκων ἴθʼ ὦ ξένε μικκὸν ἄκουσον τεῖδʼ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων βουκολιαστάς ἐστι. τὺ δʼ ὦ φίλε μήτʼ ἐμὲ Μόρσων ἐν χάριτι κρίνῃς, μήτʼ ὦν τύγα τοῦτον ὀνάσῃς. Κομάτας ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ τὸ πλέον ἰθύνῃς, μήτʼ ὦν τύγα τῷδε χαρίξῃ. ἅδέ τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα. Λάκων μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτα αἴτʼ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί. Κομάτας βέντισθʼ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύω