ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς, αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις. στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω. Κομάτας αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς καὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν. στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,