ὄρνιχες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοία τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις. Λάκων ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς, αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις. στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω. Κομάτας αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς καὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν. στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος, ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας. Λάκων αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ· τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε τίς κρινεῖ; αἴθʼ ἔνθοι πόθʼ ὁ βουκόλος ὧδʼ ὁ Λυκώπας. Κομάτας οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα, αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων. Λάκων βωστρέωμες. Κομάτας τὺ κάλει νιν. Λάκων ἴθʼ ὦ ξένε μικκὸν ἄκουσον τεῖδʼ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων βουκολιαστάς ἐστι. τὺ δʼ ὦ φίλε μήτʼ ἐμὲ Μόρσων ἐν χάριτι κρίνῃς, μήτʼ ὦν τύγα τοῦτον ὀνάσῃς. Κομάτας ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ τὸ πλέον ἰθύνῃς, μήτʼ ὦν τύγα τῷδε χαρίξῃ. ἅδέ τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα. Λάκων μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτα αἴτʼ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί. Κομάτας βέντισθʼ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύω κοὐδὲν καυχέομαι· τὺ δʼ ἄγαν φιλοκέρτομος ἐσσί. Λάκων εἶα λέγʼ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις ζῶντʼ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομάτα. Κομάτας ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν Δάφνιν· ἐγὼ δʼ αὐταῖς χιμάρως δύο πρᾶν ποκʼ ἔθυσα. Λάκων καὶ γὰρ ἔμʼ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει. Κομάτας πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω, καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις; Λάκων φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει. Κομάτας βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει. Λάκων κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν ἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα. Κομάτας ἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώνα